Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.47 Joseph. AJ 14.53 (English) >>Joseph. AJ 14.58

14.51καὶ τοῦτʼ ἐποίησεν δὶς καὶ τρίς, ἅμα μὲν κολακεύων τὴν ἀπʼ αὐτοῦ περὶ τῆς βασιλείας ἐλπίδα καὶ πρὸς ἕκαστον ὧν κελεύσειεν Πομπήιος ὑπακούειν ὑποκρινόμενος, ἅμα δὲ ἀναχωρῶν εἰς τὸ ἔρυμα ὑπὲρ τοῦ μὴ καταλύειν αὑτὸν καὶ πρὸς τὸ πολεμεῖν ἀφορμὴν αὑτῷ παρασκευαζόμενος, δεδιὼς μὴ τὴν ἀρχὴν εἰς Ὑρκανὸν περιστήσῃ. 14.52κελεύοντος δὲ Πομπηίου παραδιδόναι τὰ ἐρύματα καὶ τοῖς φρουράρχοις ἐπιστέλλειν τῇ ἑαυτοῦ χειρί, παραδέχεσθαι δὲ ἄλλως ἀπείρητο, πείθεται μέν, δυσανασχετῶν δʼ ἀνεχώρησεν εἰς Ἱεροσόλυμα καὶ ἐν παρασκευῇ τοῦ πολεμεῖν ἐγίνετο. 14.53καὶ μετʼ οὐ πολὺ Πομπηίῳ στρατιὰν ἐπʼ αὐτὸν ἄγοντι καθʼ ὁδὸν ἀφικόμενοί τινες ἐκ πόντου τὴν Μιθριδάτου τελευτὴν ἐμήνυον τὴν ἐκ Φαρνάκου τοῦ παιδὸς αὐτῷ γενομένην. 14.54

Στρατοπεδευσάμενος δὲ περὶ Ἱεριχοῦντα, οὗ τὸν φοίνικα συμβέβηκε τρέφεσθαι καὶ τὸ ὀποβάλσαμον μύρων ἀκρότατον, τῶν θάμνων τεμνομένων ὀξεῖ λίθῳ ἀναπιδύει ὥσπερ ὀπός, ἕωθεν ἐπὶ Ἱεροσολύμων ἐχώρει. 14.55καὶ μετανοήσας Ἀριστόβουλος ἀφικνεῖται πρὸς Πομπήιον, καὶ χρήματά τε διδοὺς καὶ τοῖς Ἱεροσολύμοις αὐτὸν εἰσδεχόμενος παρεκάλει παύσασθαι τοῦ πολέμου καὶ πράττειν μετʼ εἰρήνης τι βούλεται. συγγνοὺς δὲ Πομπήιος αὐτῷ δεομένῳ πέμπει Γαβίνιον καὶ στρατιώτας ἐπί τε τὰ χρήματα καὶ τὴν πόλιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.47 Joseph. AJ 14.53 (English) >>Joseph. AJ 14.58

Powered by PhiloLogic